Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 30.5 Dem. 30.7 (English) >>Dem. 30.10

30.6ἐγὼ γάρ, ἄνδρες δικασταί, πολλούς τʼ ἄλλους Ἀθηναίων καὶ τοῦτον οὐκ ἐλάνθανον κακῶς ἐπιτροπευόμενος, ἀλλʼ ἦν καταφανὴς εὐθὺς ἀδικούμενος· τοσαῦται πραγματεῖαι καὶ λόγοι καὶ παρὰ τῷ ἄρχοντι καὶ παρὰ τοῖς ἄλλοις ἐγίγνονθʼ ὑπὲρ τῶν ἐμῶν. τό τε γὰρ πλῆθος τῶν καταλειφθέντων ἦν φανερόν, ὅτι τʼ ἀμίσθωτον τὸν οἶκον ἐποίουν οἱ διαχειρίζοντες, ἵνʼ αὐτοὶ τὰ χρήματα καρποῖντο, οὐκ ἄδηλον ἦν. ὥστʼ ἐκ τῶν γιγνομένων οὐκ ἔσθʼ ὅστις οὐχ ἡγεῖτο τῶν εἰδότων δίκην με λήψεσθαι παρʼ αὐτῶν, ἐπειδὴ τάχιστʼ ἀνὴρ εἶναι δοκιμασθείην. 30.7ἐν οἷς καὶ Τιμοκράτης καὶ Ὀνήτωρ ταύτην ἔχοντες διετέλεσαν τὴν διάνοιαν. τεκμήριον δὲ πάντων μέγιστον· οὗτος γὰρ ἐβουλήθη μὲν Ἀφόβῳ δοῦναι τὴν ἀδελφήν, ὁρῶν τῆς θʼ αὑτοῦ πατρῴας οὐσίας καὶ τῆς ἐμῆς οὐκ ὀλίγης αὐτὸν κύριον γεγενημένον, προέσθαι δὲ τὴν προῖκʼ οὐκ ἐπίστευσεν, ὥσπερ εἰ τὰ τῶν ἐπιτροπευόντων χρήματʼ ἀποτίμημα τοῖς ἐπιτροπευομένοις καθεστάναι νομίζων. ἀλλὰ τὴν μὲν ἀδελφὴν ἔδωκεν, τὴν δὲ προῖκʼ αὐτῷ Τιμοκράτης ἐπὶ πέντʼ ὀβολοῖς ὀφειλήσειν ὡμολόγησεν, πρότερον γυνὴ συνοικοῦσʼ ἐτύγχανεν. 30.8ὀφλόντος δέ μοι τὴν δίκην Ἀφόβου τῆς ἐπιτροπῆς καὶ οὐδὲν δίκαιον ποιεῖν ἐθέλοντος, διαλύειν μὲν ἡμᾶς Ὀνήτωρ οὐδʼ ἐπεχείρησεν, οὐκ ἀποδεδωκὼς δὲ τὴν προῖκα, ἀλλʼ αὐτὸς κύριος ὤν, ὡς ἀπολελοιπυίας τῆς ἀδελφῆς καὶ δοὺς κομίσασθαι δʼ οὐ δυνάμενος, ἀποτιμήσασθαι φάσκων τὴν γῆν ἐξάγειν μʼ ἐξ αὐτῆς ἐτόλμησεν· τοσοῦτον καὶ ἐμοῦ καὶ ὑμῶν καὶ τῶν κειμένων νόμων κατεφρόνησεν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 30.5 Dem. 30.7 (English) >>Dem. 30.10

Powered by PhiloLogic